Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.24 Joseph. AJ 8.27 (English) >>Joseph. AJ 8.32

8.25ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας. 8.26

Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπʼ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον· τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι. 8.27δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· “οἰκῶ μέν, εἶπεν, βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία. 8.28τρίτης δὲ ἡμέρας διελθούσης ἐπικοιμηθεῖσα τῷ αὑτῆς παιδίῳ αὕτη τοῦτο μὲν ἀποκτείνει, βαστάσασα δὲ τοὐμὸν ἐκ τῶν γονάτων πρὸς αὑτὴν μεταφέρει καὶ τὸ νεκρὸν ἐμοῦ κοιμωμένης εἰς τὰς ἀγκάλας μου τίθησι. 8.29πρωῒ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον· ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων· ὅθεν ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ σοῦ βοήθειαν· τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.24 Joseph. AJ 8.27 (English) >>Joseph. AJ 8.32

Powered by PhiloLogic